tabyo
Aa
Theme
Greek highlights
English highlights
Notes
Show highlights
Mute untouched verses
Text size

Matthew3

The Mission of John the Baptist

Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας ⸀καὶ λέγων· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ⸀διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ ⸂ἦν αὐτοῦ⸃ ἀκρίδες καὶ μέλι ἄγριον. τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ⸀ποταμῷ ὑπʼ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
In those days John the Baptist came, preaching in the wilderness of Judea and saying, “Repent, for the kingdom of heaven is near.” This is he who was spoken of through the prophet Isaiah: “A voice of one calling in the wilderness, ‘Prepare the way for the Lord, make straight paths for Him.’” John wore a garment of camel’s hair, with a leather belt around his waist. His food was locusts and wild honey. People went out to him from Jerusalem and all Judea and the whole region around the Jordan. Confessing their sins, they were baptized by him in the Jordan River.
Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα ⸀αὐτοῦ εἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. ἤδη ⸀δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
But when John saw many of the Pharisees and Sadducees coming to his place of baptism, he said to them, “You brood of vipers, who warned you to flee from the coming wrath? Produce fruit, then, in keeping with repentance. And do not presume to say to yourselves, ‘We have Abraham as our father.’ For I tell you that out of these stones God can raise up children for Abraham. The axe lies ready at the root of the trees, and every tree that does not produce good fruit will be cut down and thrown into the fire.
Ἐγὼ μὲν ⸂ὑμᾶς βαπτίζω⸃ ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ ⸂καὶ πυρί⸃· οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ⸀ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
I baptize you with water for repentance, but after me will come One more powerful than I, whose sandals I am not worthy to carry. He will baptize you with the Holy Spirit and with fire. His winnowing fork is in His hand to clear His threshing floor and to gather His wheat into the barn; but He will burn up the chaff with unquenchable fire.”

The Baptism of Jesus

Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπʼ αὐτοῦ. ὁ δὲ ⸀Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν ⸂πρὸς αὐτόν⸃· Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν. ⸂βαπτισθεὶς δὲ⸃ ὁ Ἰησοῦς ⸂εὐθὺς ἀνέβη⸃ ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ⸀ἠνεῴχθησαν οἱ οὐρανοί, καὶ εἶδεν ⸀πνεῦμα θεοῦ καταβαῖνον ὡσεὶ ⸀περιστερὰν ἐρχόμενον ἐπʼ αὐτόν· καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.
At that time Jesus came from Galilee to the Jordan to be baptized by John. But John tried to prevent Him, saying, “I need to be baptized by You, and do You come to me?” “Let it be so now,” Jesus replied. “It is fitting for us to fulfill all righteousness in this way.” Then John permitted Him. As soon as Jesus was baptized, He went up out of the water. Suddenly the heavens were opened, and He saw the Spirit of God descending like a dove and resting on Him. And a voice from heaven said, “This is My beloved Son, in whom I am well pleased!”

Notes

on Matthew 3 · 0 notes

No notes on this chapter.