tabyo
Aa
Theme
Greek highlights
English highlights
Notes
Show highlights
Mute untouched verses
Text size

Mark15

Jesus Delivered to Pilate

Καὶ ⸀εὐθὺς πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ ⸀παρέδωκαν Πιλάτῳ. καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς ⸂αὐτῷ λέγει⸃· Σὺ λέγεις. καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά. ὁ δὲ Πιλᾶτος πάλιν ⸀ἐπηρώτα αὐτὸν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου ⸀κατηγοροῦσιν. ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον.
Early in the morning, the chief priests, elders, scribes, and the whole Sanhedrin devised a plan. They bound Jesus, led Him away, and handed Him over to Pilate. So Pilate questioned Him, “Are You the King of the Jews?” “You have said so,” Jesus replied. And the chief priests began to accuse Him of many things. Then Pilate questioned Him again, “Have You no answer? Look how many charges they are bringing against You!” But to Pilate’s amazement, Jesus made no further reply.

The Crowd Chooses Barabbas

Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ⸂ὃν παρῃτοῦντο⸃. ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν ⸀στασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. καὶ ⸀ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι ⸀καθὼς ἐποίει αὐτοῖς. ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων· Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. ὁ δὲ Πιλᾶτος ⸂πάλιν ἀποκριθεὶς ἔλεγεν⸃ αὐτοῖς· Τί οὖν ⸀θέλετε ποιήσω ⸂ὃν λέγετε⸃ ⸀τὸν βασιλέα τῶν Ἰουδαίων; οἱ δὲ πάλιν ἔκραξαν· Σταύρωσον αὐτόν. ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς· Τί γὰρ ⸂ἐποίησεν κακόν⸃; οἱ δὲ ⸀περισσῶς ἔκραξαν· Σταύρωσον αὐτόν. ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.
Now it was Pilate’s custom at the feast to release to the people a prisoner of their choosing. And a man named Barabbas was imprisoned with the rebels who had committed murder during the insurrection. So the crowd went up and began asking Pilate to keep his custom. “Do you want me to release to you the King of the Jews?” Pilate asked. For he knew it was out of envy that the chief priests had handed Jesus over. But the chief priests stirred up the crowd to have him release Barabbas to them instead. So Pilate asked them again, “What then do you want me to do with the One you call the King of the Jews?” And they shouted back, “Crucify Him!” “Why?” asked Pilate. “What evil has He done?” But they shouted all the louder, “Crucify Him!” And wishing to satisfy the crowd, Pilate released Barabbas to them. But he had Jesus flogged, and handed Him over to be crucified.

The Soldiers Mock Jesus

Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. καὶ ⸀ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον· καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν· Χαῖρε, ⸀βασιλεῦ τῶν Ἰουδαίων· καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια ⸂τὰ ἴδια⸃. καὶ ἐξάγουσιν αὐτὸν ἵνα ⸀σταυρώσωσιν αὐτόν.
Then the soldiers led Jesus away into the palace (that is, the Praetorium) and called the whole company together. They dressed Him in a purple robe, twisted together a crown of thorns, and set it on His head. And they began to salute Him: “Hail, King of the Jews!” They kept striking His head with a staff and spitting on Him. And they knelt down and bowed before Him. After they had mocked Him, they removed the purple robe and put His own clothes back on Him. Then they led Him out to crucify Him.

The Crucifixion

Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπʼ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. καὶ φέρουσιν αὐτὸν ἐπὶ ⸀τὸν ⸀Γολγοθᾶν τόπον, ὅ ἐστιν ⸀μεθερμηνευόμενον Κρανίου Τόπος. καὶ ἐδίδουν ⸀αὐτῷ ἐσμυρνισμένον οἶνον, ⸀ὃς δὲ οὐκ ἔλαβεν. καὶ ⸂σταυροῦσιν αὐτὸν καὶ⸃ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπʼ αὐτὰ τίς τί ἄρῃ.
Now Simon of Cyrene, the father of Alexander and Rufus, was passing by on his way in from the country, and the soldiers forced him to carry the cross of Jesus. They brought Jesus to a place called Golgotha, which means The Place of the Skull. There they offered Him wine mixed with myrrh, but He did not take it. And they crucified Him. They also divided His garments by casting lots to decide what each of them would take.
Ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· Ὁ βασιλεὺς τῶν Ἰουδαίων. καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων ⸀αὐτοῦ. καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη. Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ ⸂οἰκοδομῶν ἐν τρισὶν ἡμέραις⸃, σῶσον σεαυτὸν ⸀καταβὰς ἀπὸ τοῦ σταυροῦ. ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· ὁ χριστὸς ὁ ⸀βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ ⸀πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι ⸀σὺν αὐτῷ ὠνείδιζον αὐτόν.
It was the third hour when they crucified Him. And the charge inscribed against Him read: THE KING OF THE JEWS. Along with Jesus, they crucified two robbers, one on His right and one on His left. So the Scripture was fulfilled that says, “And He was numbered with the transgressors.” And those who passed by heaped abuse on Him, shaking their heads and saying, “Aha! You who are going to destroy the temple and rebuild it in three days, come down from the cross and save Yourself!” In the same way, the chief priests and scribes mocked Him among themselves, saying, “He saved others, but He cannot save Himself! Let the Christ, the King of Israel, come down now from the cross, so that we may see and believe!” And even those who were crucified with Him berated Him.

The Death of Jesus

⸂Καὶ γενομένης⸃ ὥρας ἕκτης σκότος ἐγένετο ἐφʼ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. καὶ τῇ ⸂ἐνάτῃ ὥρᾳ⸃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ ⸀μεγάλῃ· Ἐλωῒ ἐλωῒ ⸀λεμὰ σαβαχθάνι; ὅ ἐστιν μεθερμηνευόμενον Ὁ θεός μου ὁ θεός μου, εἰς τί ⸂ἐγκατέλιπές με⸃; καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· ⸀Ἴδε Ἠλίαν φωνεῖ. δραμὼν δέ ⸂τις καὶ⸃ γεμίσας σπόγγον ὄξους ⸀περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν, λέγων· Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν. καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπʼ ἄνωθεν ἕως κάτω. ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι ⸀οὕτως ἐξέπνευσεν εἶπεν· Ἀληθῶς ⸂οὗτος ὁ ἄνθρωπος⸃ υἱὸς ⸂θεοῦ ἦν⸃.
From the sixth hour until the ninth hour darkness came over all the land. At the ninth hour, Jesus cried out in a loud voice, “Eloi, Eloi, lema sabachthani?” which means, “My God, My God, why have You forsaken Me?” When some of those standing nearby heard this, they said, “Behold, He is calling Elijah.” And someone ran and filled a sponge with sour wine. He put it on a reed and held it up for Jesus to drink, saying, “Leave Him alone. Let us see if Elijah comes to take Him down.” But Jesus let out a loud cry and breathed His last. And the veil of the temple was torn in two from top to bottom. When the centurion standing there in front of Jesus saw how He had breathed His last, he said, “Truly this man was the Son of God!”
Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν ⸀αἷς καὶ ⸀Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ⸀ἡ Ἰακώβου τοῦ μικροῦ καὶ ⸀Ἰωσῆτος μήτηρ καὶ Σαλώμη, ⸀αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
And there were also women watching from a distance. Among them were Mary Magdalene, Mary the mother of James the younger and of Joses, and Salome. These women had followed Jesus and ministered to Him while He was in Galilee, and there were many other women who had come up to Jerusalem with Him.

The Burial of Jesus

Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστιν ⸀προσάββατον, ⸀ἐλθὼν Ἰωσὴφ ⸀ὁ ἀπὸ Ἁριμαθαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς ⸀τὸν Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ ⸀πάλαι ἀπέθανεν· καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ ⸀πτῶμα τῷ Ἰωσήφ. καὶ ἀγοράσας ⸀σινδόνα καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ ⸀ἔθηκεν αὐτὸν ἐν ⸀μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ⸂ἡ Ἰωσῆτος⸃ ἐθεώρουν ποῦ ⸀τέθειται.
Now it was already evening. Since it was Preparation Day (that is, the day before the Sabbath), Joseph of Arimathea, a prominent Council member who himself was waiting for the kingdom of God, boldly went to Pilate to ask for the body of Jesus. Pilate was surprised to hear that Jesus was already dead, so he summoned the centurion to ask if this was so. When Pilate had confirmed it with the centurion, he granted the body to Joseph. So Joseph bought a linen cloth, took down the body of Jesus, wrapped it in the cloth, and placed it in a tomb that had been cut out of the rock. Then he rolled a stone against the entrance to the tomb. Mary Magdalene and Mary the mother of Joseph saw where His body was placed.

Notes

on Mark 15 · 0 notes

No notes on this chapter.