tabyo
Aa
Theme
Greek highlights
English highlights
Notes
Show highlights
Mute untouched verses
Text size

Luke9

The Ministry of the Twelve

Συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν, καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι ⸂τοὺς ἀσθενεῖς⸃, καὶ εἶπεν πρὸς αὐτούς· Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ⸀ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον, μήτε ⸀ἀνὰ δύο χιτῶνας ἔχειν. καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. καὶ ὅσοι ⸀ἂν μὴ ⸀δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ⸀ἐκείνης τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ⸀ἀποτινάσσετε εἰς μαρτύριον ἐπʼ αὐτούς. ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
Then Jesus called the Twelve together and gave them power and authority over all demons, and power to cure diseases. And He sent them out to proclaim the kingdom of God and to heal the sick. “Take nothing for the journey,” He told them, “no staff, no bag, no bread, no money, no second tunic. Whatever house you enter, stay there until you leave that area. If anyone does not welcome you, shake the dust off your feet when you leave that town, as a testimony against them.” So they set out and went from village to village, preaching the gospel and healing people everywhere.

Herod Tries to See Jesus

Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετραάρχης τὰ ⸀γινόμενα πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ⸀ἠγέρθη ἐκ νεκρῶν, ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης ⸀τις τῶν ἀρχαίων ἀνέστη. ⸂εἶπεν δὲ⸃ ⸀ὁ Ἡρῴδης· Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ ⸀οὗ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.
When Herod the tetrarch heard about all that was happening, he was perplexed. For some were saying that John had risen from the dead, others that Elijah had appeared, and still others that a prophet of old had arisen. “I beheaded John,” Herod said, “but who is this man I hear such things about?” And he kept trying to see Jesus.

The Feeding of the Five Thousand

Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατʼ ἰδίαν εἰς ⸂πόλιν καλουμένην Βηθσαϊδά⸃. οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ. καὶ ⸀ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.
Then the apostles returned and reported to Jesus all that they had done. Taking them away privately, He withdrew to a town called Bethsaida. But the crowds found out and followed Him. He welcomed them and spoke to them about the kingdom of God, and He healed those who needed healing.
Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ· Ἀπόλυσον τὸν ὄχλον, ἵνα ⸀πορευθέντες εἰς τὰς κύκλῳ κώμας ⸀καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν. εἶπεν δὲ πρὸς αὐτούς· Δότε αὐτοῖς ⸂ὑμεῖς φαγεῖν⸃. οἱ δὲ εἶπαν· Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ⸂ἄρτοι πέντε⸃ καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα. ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Κατακλίνατε αὐτοὺς κλισίας ⸀ὡσεὶ ἀνὰ πεντήκοντα. καὶ ἐποίησαν οὕτως καὶ ⸀κατέκλιναν ἅπαντας. λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς ⸀παραθεῖναι τῷ ὄχλῳ. καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.
As the day neared its end, the Twelve came to Jesus and said, “Dismiss the crowd so they can go to the surrounding villages and countryside for lodging and provisions. For we are in a desolate place here.” But Jesus told them, “You give them something to eat.” “We have only five loaves of bread and two fish,” they answered, “unless we go and buy food for all these people.” (There were about five thousand men.) He told His disciples, “Have them sit down in groups of about fifty each.” They did so, and everyone was seated. Taking the five loaves and the two fish and looking up to heaven, Jesus spoke a blessing and broke them. Then He gave them to the disciples to set before the people. They all ate and were satisfied, and the disciples picked up twelve basketfuls of broken pieces that were left over.

Peter’s Confession of Christ

Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· Τίνα με ⸂οἱ ὄχλοι λέγουσιν⸃ εἶναι; οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. εἶπεν δὲ αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ⸂Πέτρος δὲ ἀποκριθεὶς⸃ εἶπεν· Τὸν χριστὸν τοῦ θεοῦ.
One day as Jesus was praying in private and the disciples were with Him, He questioned them: “Who do the crowds say I am?” They replied, “Some say John the Baptist; others say Elijah; and still others, that a prophet of old has arisen.” “But what about you?” Jesus asked. “Who do you say I am?” Peter answered, “The Christ of God.”

Christ’s Passion Foretold

Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ ⸀λέγειν τοῦτο, εἰπὼν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ⸀ἐγερθῆναι.
Jesus strictly warned them not to tell this to anyone. “The Son of Man must suffer many things,” He said. “He must be rejected by the elders, chief priests, and scribes, and He must be killed and on the third day be raised to life.”

Take Up Your Cross

Ἔλεγεν δὲ πρὸς πάντας· Εἴ τις θέλει ὀπίσω μου ⸂ἔρχεσθαι, ἀρνησάσθω⸃ ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ ⸂καθʼ ἡμέραν⸃, καὶ ἀκολουθείτω μοι. ὃς γὰρ ⸀ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δʼ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν. τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς; ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων. λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσίν τινες τῶν ⸀αὐτοῦ ⸀ἑστηκότων οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ.
Then Jesus said to all of them, “If anyone wants to come after Me, he must deny himself and take up his cross daily and follow Me. For whoever wants to save his life will lose it, but whoever loses his life for My sake will save it. What does it profit a man to gain the whole world, yet lose or forfeit his very self? If anyone is ashamed of Me and My words, the Son of Man will be ashamed of him when He comes in His glory and in the glory of the Father and of the holy angels. But I tell you truly, some who are standing here will not taste death before they see the kingdom of God.”

The Transfiguration

Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ ⸀καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας, οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἤμελλεν πληροῦν ἐν Ἰερουσαλήμ. ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ. καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπʼ αὐτοῦ εἶπεν ⸀ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν· Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ, μὴ εἰδὼς ὃ λέγει. ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ⸀ἐπεσκίαζεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ ⸂εἰσελθεῖν αὐτοὺς⸃ εἰς τὴν νεφέλην. καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ⸀ἐκλελεγμένος, αὐτοῦ ἀκούετε. καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν ⸀εὑρέθη Ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν.
About eight days after Jesus had said these things, He took with Him Peter, John, and James, and went up on a mountain to pray. And as He was praying, the appearance of His face changed, and His clothes became radiantly white. Suddenly two men, Moses and Elijah, began talking with Jesus. They appeared in glory and spoke about His departure, which He was about to accomplish at Jerusalem. Meanwhile Peter and his companions were overcome by sleep, but when they awoke, they saw Jesus’ glory and the two men standing with Him. As Moses and Elijah were leaving, Peter said to Jesus, “Master, it is good for us to be here. Let us put up three shelters —one for You, one for Moses, and one for Elijah.” (He did not know what he was saying.) While Peter was speaking, a cloud appeared and enveloped them, and they were afraid as they entered the cloud. And a voice came from the cloud, saying, “This is My Son, whom I have chosen. Listen to Him!” After the voice had spoken, only Jesus was present with them. The disciples kept this to themselves, and in those days they did not tell anyone what they had seen.

The Boy with an Evil Spirit

Ἐγένετο ⸀δὲ τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς. καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ⸀ἐβόησεν λέγων· Διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής ⸂μοί ἐστιν⸃, καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ ⸀μόγις ἀποχωρεῖ ἀπʼ αὐτοῦ συντρῖβον αὐτόν· καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε ⸂ὧδε τὸν υἱόν σου⸃. ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ. ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ. Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ⸀ἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ·
The next day, when they came down from the mountain, Jesus was met by a large crowd. Suddenly a man in the crowd cried out, “Teacher, I beg You to look at my son, for he is my only child. A spirit keeps seizing him, and he screams abruptly. It throws him into convulsions so that he foams at the mouth. It keeps mauling him and rarely departs from him. I begged Your disciples to drive it out, but they were unable.” “O unbelieving and perverse generation!” Jesus replied. “How long must I remain with you and put up with you? Bring your son here.” Even while the boy was approaching, the demon slammed him to the ground in a convulsion. But Jesus rebuked the unclean spirit, healed the boy, and gave him back to his father. And they were all astonished at the greatness of God. While everyone was marveling at all that Jesus was doing, He said to His disciples,
Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπʼ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
“Let these words sink into your ears: The Son of Man is about to be delivered into the hands of men.” But they did not understand this statement. It was veiled from them so that they could not comprehend it, and they were afraid to ask Him about it.

The Greatest in the Kingdom

Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. ὁ δὲ Ἰησοῦς ⸀εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν ἐπιλαβόμενος ⸀παιδίον ἔστησεν αὐτὸ παρʼ ἑαυτῷ, καὶ εἶπεν αὐτοῖς· Ὃς ⸀ἂν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται, καὶ ὃς ⸁ἂν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ⸀ἐστιν μέγας.
Then an argument started among the disciples as to which of them would be the greatest. But Jesus, knowing the thoughts of their hearts, had a little child stand beside Him. And He said to them, “Whoever welcomes this little child in My name welcomes Me, and whoever welcomes Me welcomes the One who sent Me. For whoever is the least among all of you, he is the greatest.”
Ἀποκριθεὶς ⸀δὲ Ἰωάννης εἶπεν· Ἐπιστάτα, εἴδομέν τινα ⸀ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ⸀ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθʼ ἡμῶν. ⸂εἶπεν δὲ⸃ πρὸς αὐτὸν ⸀ὁ Ἰησοῦς· Μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καθʼ ⸂ὑμῶν ὑπὲρ ὑμῶν⸃ ἐστιν.
“Master,” said John, “we saw someone driving out demons in Your name, and we tried to stop him, because he does not accompany us.” “Do not stop him,” Jesus replied, “for whoever is not against you is for you.”

The Samaritans Reject Jesus

Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ ⸀πρόσωπον ⸀ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ, καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν, ⸀ὡς ἑτοιμάσαι αὐτῷ· καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ. ἰδόντες δὲ οἱ ⸀μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι ⸀αὐτούς; στραφεὶς δὲ ἐπετίμησεν ⸀αὐτοῖς. ⸀καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
As the day of His ascension approached, Jesus resolutely set out for Jerusalem. He sent messengers on ahead, who went into a village of the Samaritans to make arrangements for Him. But the people there refused to welcome Him, because He was heading for Jerusalem. When the disciples James and John saw this, they asked, “Lord, do You want us to call down fire from heaven to consume them?” But Jesus turned and rebuked them. And He and His disciples went on to another village.

The Cost of Discipleship

⸀Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν· Ἀκολουθήσω σοι ὅπου ⸀ἐὰν ⸀ἀπέρχῃ. καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. εἶπεν δὲ πρὸς ἕτερον· Ἀκολούθει μοι. ὁ δὲ εἶπεν· ⸀Κύριε, ἐπίτρεψόν μοι ⸂ἀπελθόντι πρῶτον⸃ θάψαι τὸν πατέρα μου. εἶπεν δὲ ⸀αὐτῷ· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ. εἶπεν δὲ καὶ ἕτερος· Ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου. εἶπεν δὲ ⸂ὁ Ἰησοῦς⸃· Οὐδεὶς ἐπιβαλὼν τὴν ⸀χεῖρα ἐπʼ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν ⸂τῇ βασιλείᾳ⸃ τοῦ θεοῦ.
As they were walking along the road, someone said to Jesus, “I will follow You wherever You go.” Jesus replied, “Foxes have dens and birds of the air have nests, but the Son of Man has no place to lay His head.” Then He said to another man, “Follow Me.” The man replied, “Lord, first let me go and bury my father.” But Jesus told him, “Let the dead bury their own dead. You, however, go and proclaim the kingdom of God.” Still another said, “I will follow You, Lord; but first let me bid farewell to my family.” Then Jesus declared, “No one who puts his hand to the plow and then looks back is fit for the kingdom of God.”

Notes

on Luke 9 · 0 notes

No notes on this chapter.