Mark11
The Triumphal Entry
Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ ⸀εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφʼ ὃν οὐδεὶς ⸀οὔπω ἀνθρώπων ⸀ἐκάθισεν· ⸂λύσατε αὐτὸν καὶ φέρετε⸃. καὶ ἐάν τις ὑμῖν εἴπῃ· Τί ποιεῖτε τοῦτο; εἴπατε ⸀ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει· καὶ ⸀εὐθὺς αὐτὸν ἀποστέλλει ⸀πάλιν ὧδε. ⸂καὶ ἀπῆλθον⸃ καὶ εὗρον πῶλον δεδεμένον ⸀πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· Τί ποιεῖτε λύοντες τὸν πῶλον; οἱ δὲ εἶπαν αὐτοῖς καθὼς ⸀εἶπεν ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς. καὶ ⸀φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ⸀ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπʼ ⸀αὐτόν. ⸂καὶ πολλοὶ⸃ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας ⸂κόψαντες ἐκ τῶν ἀγρῶν⸃. καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ⸀ἔκραζον· Ὡσαννά· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· Εὐλογημένη ἡ ἐρχομένη ⸀βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
As they approached Jerusalem and came to Bethphage and Bethany at the Mount of Olives, Jesus sent out two of His disciples and said to them, “Go into the village ahead of you, and as soon as you enter it, you will find a colt tied there, on which no one has ever sat. Untie it and bring it here. If anyone asks, ‘Why are you doing this?’ tell him, ‘The Lord needs it and will return it shortly.’” So they went and found the colt outside in the street, tied at a doorway. They untied it, and some who were standing there asked, “Why are you untying the colt?” The disciples answered as Jesus had instructed them, and the people gave them permission. Then they led the colt to Jesus and threw their cloaks over it, and He sat on it. Many in the crowd spread their cloaks on the road, while others spread branches they had cut from the fields. The ones who went ahead and those who followed were shouting: “Hosanna!” “Blessed is He who comes in the name of the Lord!” “Blessed is the coming kingdom of our father David!” “Hosanna in the highest!”
Καὶ εἰσῆλθεν εἰς ⸀Ἱεροσόλυμα εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα ⸀ὀψὲ ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.
Then Jesus entered Jerusalem and went into the temple courts. He looked around at everything, but since it was already late, He went out to Bethany with the Twelve.
Jesus Curses the Fig Tree
Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν. καὶ ἰδὼν συκῆν ⸀ἀπὸ μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα ⸂τι εὑρήσει⸃ ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπʼ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα, ⸂ὁ γὰρ καιρὸς οὐκ ἦν⸃ σύκων. καὶ ⸀ἀποκριθεὶς εἶπεν αὐτῇ· Μηκέτι ⸂εἰς τὸν αἰῶνα ἐκ σοῦ⸃ μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.
The next day, when they had left Bethany, Jesus was hungry. Seeing in the distance a fig tree in leaf, He went to see if there was any fruit on it. But when He reached it, He found nothing on it except leaves, since it was not the season for figs. Then He said to the tree, “May no one ever eat of your fruit again.” And His disciples heard this statement.
Jesus Cleanses the Temple
Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα. καὶ ⸀εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ⸀τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ, καὶ ἐδίδασκεν ⸂καὶ ἔλεγεν⸃ ⸀αὐτοῖς· Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ ⸀πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν. καὶ ἤκουσαν οἱ ⸂ἀρχιερεῖς καὶ οἱ γραμματεῖς⸃, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ⸂πᾶς γὰρ⸃ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. Καὶ ⸀ὅταν ὀψὲ ἐγένετο, ⸀ἐξεπορεύοντο ἔξω τῆς πόλεως.
When they arrived in Jerusalem, Jesus entered the temple courts and began to drive out those who were buying and selling there. He overturned the tables of the money changers and the seats of those selling doves. And He would not allow anyone to carry merchandise through the temple courts. Then Jesus began to teach them, and He declared, “Is it not written: ‘My house will be called a house of prayer for all the nations’ ? But you have made it ‘a den of robbers.’ ” When the chief priests and scribes heard this, they looked for a way to kill Him. For they were afraid of Him, because the whole crowd was astonished at His teaching. And when evening came, Jesus and His disciples went out of the city.
The Withered Fig Tree
Καὶ ⸂παραπορευόμενοι πρωῒ⸃ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν. καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Ῥαββί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς· Ἔχετε πίστιν θεοῦ· ⸀ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ ⸀πιστεύῃ ὅτι ⸂ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ⸃. διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα ⸂προσεύχεσθε καὶ αἰτεῖσθε⸃, πιστεύετε ὅτι ⸀ἐλάβετε, καὶ ἔσται ὑμῖν.
As they were walking back in the morning, they saw the fig tree withered from its roots. Peter remembered it and said, “Look, Rabbi! The fig tree You cursed has withered.” “Have faith in God,” Jesus said to them. “Truly I tell you that if anyone says to this mountain, ‘Be lifted up and thrown into the sea,’ and has no doubt in his heart but believes that it will happen, it will be done for him. Therefore I tell you, whatever you ask for in prayer, believe that you have received it, and it will be yours.
καὶ ὅταν ⸀στήκετε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ⸀ὑμῶν.
And when you stand to pray, if you hold anything against another, forgive it, so that your Father in heaven will forgive your trespasses as well. ”
Jesus’ Authority Challenged
Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα. καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι καὶ ⸀ἔλεγον αὐτῷ· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ⸀ἢ τίς σοι ⸂ἔδωκεν τὴν ἐξουσίαν ταύτην⸃ ἵνα ταῦτα ποιῇς; ὁ δὲ ⸀Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐπερωτήσω ⸀ὑμᾶς ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· τὸ βάπτισμα ⸀τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι. καὶ ⸀διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· ⸂Τί εἴπωμεν;⸃ ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί ⸀οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; ἀλλὰ εἴπωμεν· Ἐξ ἀνθρώπων;— ἐφοβοῦντο τὸν ⸀ὄχλον, ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ⸂ὄντως ὅτι⸃ προφήτης ἦν. καὶ ἀποκριθέντες ⸂τῷ Ἰησοῦ λέγουσιν⸃· Οὐκ οἴδαμεν. καὶ ὁ ⸀Ἰησοῦς λέγει αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
After their return to Jerusalem, Jesus was walking in the temple courts, and the chief priests, scribes, and elders came up to Him. “By what authority are You doing these things?” they asked. “And who gave You the authority to do them?” “I will ask you one question,” Jesus replied, “and if you answer Me, I will tell you by what authority I am doing these things. John’s baptism—was it from heaven or from men? Answer Me!” They deliberated among themselves what they should answer: “If we say, ‘From heaven,’ He will ask, ‘Why then did you not believe him?’ But if we say, ‘From men’...” they were afraid of the people, for they all held that John truly was a prophet. So they answered, “We do not know.” And Jesus replied, “Neither will I tell you by what authority I am doing these things.”
Notes
on Mark 11 · 0 notes
No notes on this chapter.